Ancient Greek
Section 176
Philo Judaeus, De fuga et inventione 176
Not analysed yet
ὁρᾷς τὴν ἀφθονίαν τῶν κεχυμένων μεγάλων καὶ ἑτοίμων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν ἀγαθῶν; εἰκάζονται δὲ πόλεσι μὲν αἱ γενικαὶ ἀρεταί, διότι ἐπὶ πλεῖστον εὐρύνονται, οἰκίαις δ’ αἱ ἐν εἴδει —στέλλονται γὰρ εἰς βραχύτερον αὗται κύκλον —,λάκκοις δὲ αἱ εὐφυεῖς ψυχαί, αἱ εὐπαράδεκτοι σοφίας ὡς ἐκεῖνοι ὕδατος, ἀμπελῶσι δὲ καὶ ἐλαιῶσιν αἱ προκοπαὶ καὶ αὐξήσεις καὶ καρπῶν γενέσεις· καρπὸς δ’ ἐπιστήμης ὁ θεωρητικὸς βίος, ἄκρατον εὐφροσύνην περιποιῶν ὡς ἀπ’ οἴνου καὶ νοητὸν φέγγος ὡς ἀπὸ φλογός, ἧς ἔλαιον τροφή.