Ancient Greek
Section 18
Philo Judaeus, De fuga et inventione 18
Not analysed yet
τὰ προσόντα τῷ μοχθηρῷ, τὰ δ’ ὧν ἐκεῖνος ἐστέρηται περιουσία καὶ εὔκλεια τοῖς ἀστείοις ἐστίν· ἐστέρηται δὲ ἀρετῶν, αἳ δὴ κτήματα τῶνδε γεγόνασιν, ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν συνᾴδῃ· „τὰ βδελύγματα Αἰγύπτου θύσομεν κυρίῳ τῷ θεῷ“ (Exod. 8,26)· τέλεια γὰρ καὶ ἄμωμα ἱερεῖα αἱ ἀρεταὶ καὶ αἱ κατὰ ἀρετὰς πράξεις, ἃς τὸ φιλοπαθὲς Αἰγύπτιον βδελύττεται σῶμα.