Ancient Greek
Section 189
Philo Judaeus, De fuga et inventione 189
Not analysed yet
γυναῖκα τὴν αἴσθησιν καλεῖ, νοῦν ἄνδρα αὐτῆς ὑποτιθέμενος. ἀποκάθηται δὲ αἴσθησις, ὅπερ ἐστὶν ἀπωτάτω καθέζεται, ὅταν νοῦν ἀπολιποῦσα, τὸν γνήσιον ἄνδρα, ἐφιδρύηται τοῖς δελεάζουσι καὶ φθείρουσιν αἰσθητοῖς καὶ ἐρωτικῶς ἑκάστοις ἐμπλέκηται· τότ’ οὖν εἰ πρὸς ὕπνον τράποιτο ὁ νοῦς, ἐγρηγορέναι δέον, „τὴν πηγὴν“ τῆς αἰσθήσεως „ἀπεκάλυψεν“ αὑτὸν —αὐτὸς γὰρ ἦν, ὥσπερ ἔφην, ἡ αἰσθήσεως πηγή —,τοῦτο δέ ἐστιν ἄστεγον καὶ ἀτείχιστον καὶ εὐεπιβούλευτον κατεσκεύασεν ἑαυτόν.