Ancient Greek · ~1 min
Section 211
Philo Judaeus, De fuga et inventione 211
Not analysed yet
ἀλλὰ καὶ τρίτον προσυπογράφει χαρακτῆρα φάσκων· "κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν κατοικήσει“ (ibid.) ,μονονοὺκ ἄντικρυς ἐπιδεικνύμενος τὴν ἀντιπρόσωπον διαμάχην καὶ ἀντίστασιν αἰώνιον. ἡ κυοφοροῦσα οὖν τὸν σοφιστὴν λόγον ψυχή φησι τῷ λαλοῦντι πρὸς αὐτὴν ἐλέγχῳ· „σὺ θεὸς ὁ ἐπιδών με“ (ibid. 13), ἴσον τῷ σὺ ποιητὴς εἶ τῶν ἐμῶν βουλημάτων καὶ ἐκγόνων, καὶ μήποτ’ εἰκότως·