Ancient Greek
Section 25
Philo Judaeus, De fuga et inventione 25
Not analysed yet
ἐπειδὰν ἴδῃς, φησί, τὸν φαῦλον πολὺν ῥέοντα κατὰ ἀρετῆς καὶ ὧν ἀλογεῖν προσῆκε πολὺν λόγον ἔχοντα, πλούτου, δόξης, ἡδονῆς, καὶ τἀδικεῖν ἐπαινοῦντα ὡς αἴτιον ἑκάστου τῶν εἰρημένων —πολυαργύρους γὰρ καὶ πολυχρύσους καὶ ἐνδόξους τοὺς ἀδικοῦντας μάλιστα γίνεσθαι —,μὴ τὴν ἐναντίαν ὁδὸν τραπόμενος εὐθὺς ἀχρηματίαν καὶ ἀτυφίαν αὐστηρόν τε καὶ μονωτικὸν βίον ἐπιτηδεύσῃς· ἀνερεθίσεις γὰρ τὸν ἀντίπαλον καὶ βαρύτερον ἐχθρὸν ἀλείψεις κατὰ σεαυτοῦ. τί ἂν οὖν ἐργασάμενος ἐκφύγῃς τὰ παλαίσματ’ αὐτοῦ, σκόπει.