Ancient Greek
Section 30
Philo Judaeus, De fuga et inventione 30
Not analysed yet
τὸν αὐτὸν μέντοι τρόπον καὶ δοξομανοῦντα καὶ ἐπικομπάζοντα βουληθεὶς ὀνειδίσαι μοχθηρόν, δυνηθεὶς ἔντιμος εἶναι μὴ ἀποστραφῇς τὸν παρὰ τοῖς πολλοῖς ἔπαινον· οὕτως γὰρ τὸν μακρὰ βαίνοντα καὶ φρυαττόμενον ἄθλιον ὑποσκελιεῖς. ὁ μέν γε τῷ ἐπιφανεῖ καταχρήσεται πρὸς ὕβριν καὶ ἀτιμίαν ἀμεινόνων ἑτέρων, αὔξων τοὺς χείρους ἐπ’ αὐτοῖς· σὺ δὲ ἔμπαλιν τοῖς ἀξίοις ἅπασι μεταδώσεις τῆς εὐκλείας, ἀσφάλειαν μὲν περιποιῶν τοῖς ἀγαθοῖς, βελτιῶν δὲ τοὺς χείρους νουθεσίᾳ.