Ancient Greek
Section 36
Philo Judaeus, De fuga et inventione 36
Not analysed yet
πρότερον οὖν ἐγγυμνάσασθε καὶ προεμμελετήσατε τοῖς τοῦ βίου πράγμασιν ἰδίοις τε καὶ κοινοῖς καὶ γενόμενοι πολιτικοί τε καὶ οἰκονομικοὶ δι’ ἀδελφῶν ἀρετῶν, οἰκονομικῆς τε καὶ πολιτικῆς, κατὰ πολλὴν περιουσίαν τὴν εἰς ἕτερον καὶ ἀμείνω βίον ἀποικίαν στείλασθε· τὸν γὰρ πρακτικὸν τοῦ θεωρητικοῦ βίου, προάγωνά τινα ἀγῶνος τελειοτέρου, καλὸν πρότερον διαθλῆσαι. οὕτως τὴν ὄκνου καὶ ἀργίας κατηγορίαν ἀποδράσεσθε.