Ancient Greek · ~1 min
Section 40
Philo Judaeus, De fuga et inventione 40
Not analysed yet
διὸ καὶ τέκνον αὐτὸν προσεῖπε, τὸ δ’ ἐστὶν εὐνοίας καὶ ἡλικίας ὄνομα ἐν ταὐτῷ· τὸν γὰρ ἀσκητικὸν τρόπον καὶ νέον παρὰ τὸν τέλειον καὶ φιλίας ἄξιον εἶναι τίθεμεν. ὁ δὲ τοιοῦτος ἱκανὸς μέν ἐστι τὰ προτιθέμενα παισὶν ἆθλα ἄρασθαι, τὰ δὲ ἀνδράσιν οὐδέπω δυνατός· ἀνδρῶν δὲ ἄριστον ἆθλον ἡ θεοῦ μόνου θεραπεία.