Ancient Greek · ~2 min
Section 45
Philo Judaeus, De fuga et inventione 45
Not analysed yet
αἱ γὰρ κατὰ τὸν βίον ὗλαι φαύλῳ μὲν παραδοθεῖσαι μετέωρον ἐξαίρουσι τὸν κενὸν φρονήσεως νοῦν, ὅστις ὠνόμασται Σύρος, ἐραστῇ δὲ παιδείας ἐπιμένοντι τοῖς καλοκἀγαθίας σταθερῶς καὶ παγίως δόγμασιν ***οὗτός ἐστιν ὁ Ῥεβέκκας ἀδελφός, τῆς ἐπιμονῆς· οἰκεῖ δὲ τὴν Χαρράν, ἣ μεταληφθεῖσά εἰσι τρῶγλαι, σύμβολον τῶν αἰσθήσεων· ὁ γὰρ ἔτι χορεύων ἐν τῷ θνητῷ βίῳ χρεῖος τῶν αἰσθήσεων ὀργάνων ἐστίν.