Ancient Greek
Section 56
Philo Judaeus, De fuga et inventione 56
Not analysed yet
ἐπιστοῦτο μέντοι καὶ χρησμοῖς τὸν ἑαυτῆς λόγον, ἑνὶ μὲν τοιῷδε· „οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ, ζῆτε πάντες ἐν τῇ σήμερον“ (Deut. 4,4) —τοὺς γὰρ πρόσφυγας καὶ ἱκέτας τοῦ θεοῦ μόνους ζῶντας οἶδε, νεκροὺς δὲ τοὺς ἄλλους· ἐκείνοις δ’, ὡς ἔοικε, καὶ ἀφθαρσίαν μαρτυρεῖ διὰ τοῦ προσθεῖναι „ζῆτε ἐν τῇ σήμερον“.