Ancient Greek · ~1 min
Section 8
Philo Judaeus, De fuga et inventione 8
Not analysed yet
τίς οὖν αἰτία τοῦ μίσους; ποθεῖς γὰρ ἴσως δὴ τοῦτο μαθεῖν. εἰσί τινες οἱ τὴν ἄποιον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον οὐσίαν θεοπλαστοῦντες, τὸ κινοῦν αἴτιον οὔτε εἰδότες οὔτε παρὰ τῶν εἰδότων μαθεῖν σπουδάσαντες, ἀγνοίᾳ δὲ καὶ ἀμαθίᾳ κεχρημένοι τοῦ καλλίστου μαθήματος, οὗ πρώτου καὶ μόνου τὴν ἐπιστήμην ἐκπονεῖν ἦν ἀναγκαῖον.