Ancient Greek · ~2 min
Section 82
Philo Judaeus, De fuga et inventione 82
Not analysed yet
παγκάλως τις τῶν πάλαι σοφῶν εἰς ταὐτὸ τοῦτο συνδραμὼν ἐθάρρησεν εἰπεῖν, ὅτι „θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλ’ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τοῦτον καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενία τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία τε καὶ κακία ἐναργής. αἱ δὲ ἄλλαι δεινότητες δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. “