Ancient Greek · ~1 min
Section 84
Philo Judaeus, De fuga et inventione 84
Not analysed yet
μονονοὺ γὰρ βοᾷ καὶ κέκραγεν, ὅτι τῶν εἰς τὸ θεῖον βλασφημούντων οὐδενὶ συγγνώμης μεταδοτέον. εἰ γὰρ οἱ τοὺς θνητοὺς κακηγορήσαντες γονεῖς ἀπάγονται τὴν ἐπὶ θανάτῳ, τίνος ἀξίους χρὴ νομίζειν τιμωρίας τοὺς τὸν τῶν ὅλων πατέρα καὶ ποιητὴν βλασφημεῖν ὑπομένοντας; τίς δ’ ἂν γένοιτο αἰσχίων κακηγορία ἢ τὸ φάσκειν μὴ παρ’ ἡμᾶς, ἀλλὰ παρὰ θεὸν γένεσιν εἶναι τῶν κακῶν;