Ancient Greek
Section 95
Philo Judaeus, De fuga et inventione 95
Not analysed yet
αἱ δ’ ἄλλαι πέντε, ὡς ἂν ἀποικίαι, δυνάμεις εἰσὶ τοῦ λέγοντος, ὧν ἄρχει ἡ ποιητική, καθ’ ἣν ὁ ποιῶν λόγῳ τὸν κόσμον ἐδημιούργησε· δευτέρα δ’ ἡ βασιλική, καθ’ ἣν ὁ πεποιηκὼς ἄρχει τοῦ γενομένου· τρίτη δ’ ἡ ἵλεως, δι’ ἧς ὁ τεχνίτης οἰκτείρει καὶ ἐλεεῖ τὸ ἴδιον ἔργον· τετάρτη δ’ ἡ ***νομοθετικῆς μοῖρα, δι’ ἧς ἃ μὴ χρὴ γίνεσθαι ἀπαγορεύει.