Ancient Greek
Section 17
Philo Judaeus, De gigantibus 17
Not analysed yet
μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ· „ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν“ (Psalm. 77,49). οὗτοί εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον μὲν οὐδὲν ἐπιφερομένας κάλλος, ὃ διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ εὐμορφίαν, δι’ ἧς ἡ αἴσθησις ἀπατᾶται.