Ancient Greek
Section 33
Philo Judaeus, De gigantibus 33
Not analysed yet
καίτοι οὐκ ἀποτρέπει μόνον, ἀλλὰ καὶ παγίως ἀποφαίνεται, ὅτι ὁ πρὸς ἀλήθειαν ἄνθρωπος οὐ προσελεύσεταί ποτε ἑκὼν ταῖς φίλαις καὶ συγγενέσι σώματος ἡδοναῖς, ἀλλυτρίωσιν δὲ τὴν πρὸς αὐτὰς ἀεὶ μελετήσει. τὸ μὲν οὖν μὴ ἅπαξ ἀλλὰ δὶς φάναι „ἄνθρωπος ἄνθρωπος“ σημεῖόν ἐστι τοῦ μὴ τὸν ἐκ σώματος καὶ ψυχῆς ἀλλὰ τὸν ἀρετῇ κεχρημένον δηλοῦσθαι. ὄντως γὰρ ὁ ἀληθινὸς οὗτός ἐστιν, ὃν καὶ τῶν παλαιῶν λύχνον τις μεσημβρίας ἁψάμενος πρὸς τοὺς πυνθανομένους ἄνθρωπον ἔφη ζητεῖν.