Ancient Greek
Section 39
Philo Judaeus, De gigantibus 39
Not analysed yet
ὁ δὲ μετιὼν καὶ κατ’ ἴχνος βαίνειν ἐθέλων αἰσχρᾶς ἀναπίμπλησι δόξης φιλοσοφίαν· οὗ χάριν λέγεται „ἀποκαλύψαι τὴν ἀσχημοσύνην“. πῶς γὰρ οὐκ ἐναργῆ καὶ πρόδηλα τὰ ὀνείδη τῶν λεγόντων μὲν εἶναι σοφῶν, πωλούντων δὲ σοφίαν καὶ ἐπευωνιζόντων, ὥσπερ φασὶ τοὺς ἐν ἀγορᾷ τὰ ὤνια προκηρύττοντας, τοτὲ μὲν μικροῦ λήμματος, τοτὲ δὲ ἡδέος καὶ εὐπαραγώγου λόγου, τοτὲ δὲ ἀβεβαίου ἐλπίδος ἀπὸ μηδενὸς ἠρτημένης ἐχυροῦ, ἔστι δ’ ὅτε καὶ