Ancient Greek
Section 45
Philo Judaeus, De gigantibus 45
Not analysed yet
σε καὶ ἐγγὺς ἀγάγῃ καὶ ἐξαρτήσῃ τοῦ ποθουμένου. τὸ δὲ „ἐγὼ κύριος“ ἀκουστέον οὐ μόνον ἐν ἴσῳ τῷ „ἐγὼ τὸ τέλειον καὶ ἄφθαρτον καὶ πρὸς ἀλήθειαν ἀγαθόν“, οὗ περιεχόμενός τις τὸ ἀτελὲς καὶ φθαρτὸν καὶ σαρκῶν ἠρτημένον ἀποστραφήσεται, ἀλλὰ καὶ ἀντὶ τοῦ „ἐγὼ ὁ ἄρχων καὶ [ὁ] βασιλεὺς καὶ δεσπότης“.