Ancient Greek
Section 5
Philo Judaeus, De gigantibus 5
Not analysed yet
οὗ χάριν θυγατέρας οἱ ἄνθρωποι οὗτοι γεννῆσαι λέγονται, υἱὸν δὲ οὐδεὶς αὐτῶν. ἐπεὶ γὰρ ὁ δίκαιος ἀρρενογονεῖ Νῶε τέλειον καὶ ὀρθὸν λόγον καὶ ἄρρενα ὄντως μετιών, θηλυτόκος ἡ κατὰ τοὺς πολλοὺς ἀδικία πάντως ἀναφαίνεται· ἀμήχανον γὰρ τὰ αὐτὰ πρὸς τῶν ἐναντίων, ἀλλὰ μὴ τὰ ἐναντία πάλιν γενέσθαι.