Ancient Greek
Section 56
Philo Judaeus, De gigantibus 56
Not analysed yet
ἀλλὰ καὶ Μωυσῆς τῶν ἴσων γενόμενος ἐτῶν τοῦ θνητοῦ βίου μετανίσταται (Deut. 34,7). πῶς οὖν εἰκὸς ἰσοχρονίους εἶναι τοὺς ὑπαιτίους τῷ πανσόφῳ καὶ προφήτῃ; εἰς μὲν οὖν τὸ παρὸν ἀρκέσει τοῦτο εἰπεῖν, ὅτι τὰ ὁμώνυμα οὐ πάντως ἔσθ’ ὅμοια, πολλάκις δὲ καὶ ὅλῳ γένει διέζευκται, καὶ ὅτι τὸ φαῦλον τῷ σπουδαίῳ δύναται μὲν καὶ ἀριθμοὺς καὶ χρόνους ἔχειν τοὺς ἴσους, ἐπεὶ καὶ δίδυμον εἰσάγεται, ἀπηρτημένας δὲ καὶ μακρὰν ἀλλήλων διῳκισμένας δυνάμεις.