Ancient Greek
Section 66
Philo Judaeus, De gigantibus 66
Not analysed yet
λέγει γὰρ ὁ νομοθέτης, ὅτι „οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς" (Gen. 10,8), ἑρμηνεύεται δὲ Νεβρὼδ αὐτομόλησις· οὐ γὰρ ἐξήρκεσε τῇ παναθλίᾳ ψυχῇ μετὰ μηδετέρων στῆναι, ἀλλὰ προσχωρήσασα τοῖς ἐχθροῖς ὅπλα κατὰ τῶν φίλων ἤρατο καὶ φανερῶς ἀνθεστῶσα αὐτοῖς ἐπολέμει. παρὸ καὶ ἀρχὴν τῷ Νεβρὼδ τῆς βασιλείας ὑπογράφει Βαβυλῶνα, μετάθεσις δὲ καλεῖται Βαβυλών, συγγενὲς αὐτομολίᾳ καὶ ὄνομα ὀνόματι καὶ ἔργον ἔργῳ· παντὸς γὰρ αὐτομολοῦντος προοίμια γνώμης μεταβολὴ καὶ μετάθεσις.