Ancient Greek
Section 7
Philo Judaeus, De gigantibus 7
Not analysed yet
καὶ μηδεὶς ὑπολάβῃ μῦθον εἶναι τὸ εἰρημένον· ἀνάγκη γὰρ ὅλον δι’ ὅλων τὸν κόσμον ἐψυχῶσθαι, τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ πρόσφορα ζῷα περιέχοντος, γῆς μὲν τὰ χερσαῖα, θαλάττης δὲ καὶ ποταμῶν τὰ ἔνυδρα, πυρὸς δὲ τὰ πυρίγονα —λόγος δὲ ἔχει ταῦτα κατὰ Μακεδονίαν μάλιστα γίνεσθαι —,οὐρανοῦ δὲ τοὺς ἀστέρας.