Ancient Greek
Section 104
Philo Judaeus, De Josepho 104
Not analysed yet
μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ὁ ἀρχιοινοχόος φησίν· "ὦ δέσποτα, τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν ᾧ τοῦ ἀρχιμαγείρου θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος ὀνείρατα τὰ φανέντα ἡμῖν· ὁ δ’ οὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν, ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν, ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς. “