Ancient Greek
Section 106
Philo Judaeus, De Josepho 106
Not analysed yet
ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ —χαρακτῆρες γὰρ ἐπιφαίνονταί τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλ’ οἷς τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ —"μαντεύεται" εἶπεν "ἡ ψυχή μου περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα γὰρ σοφίας ὁ νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρ’ ἡμῖν σοφιστῶν ἀποσκεδάσει. “