Ancient Greek
Section 126
Philo Judaeus, De Josepho 126
Not analysed yet
ὁ δὲ ὄνειρος οὗτος, ὡς ἀψευδέστατα φάναι, ὁ τῶν ἀνθρώπων ἐστὶ βίος· ὡς γὰρ ἐν ταῖς καθ’ ὕπνον φαντασίαις βλέποντες οὐ βλέπομεν καὶ ἀκούοντες οὐκ ἀκούομεν καὶ γευόμενοι ἢ ἁπτόμενοι οὔτε γευόμεθα οὔτε ἁπτόμεθα λέγοντές τε οὐ λέγομεν καὶ περιπατοῦντες οὐ περιπατοῦμεν καὶ ταῖς ἄλλαις κινήσεσι καὶ σχέσεσι χρῆσθαι δοκοῦντες οὐδεμιᾷ τὸ παράπαν χρώμεθα —κεναὶ δ’ εἰσὶ τῆς διανοίας πρὸς οὐδὲν ὑποκείμενον ἀληθείᾳ μόνον ἀναζωγραφούσης καὶ ἀνειδωλοποιούσης τὰ μὴ ὄντα ὡς ὄντα —,οὕτω καὶ τῶν παρ’ ἡμῖν ἐγρηγορότων αἱ φαντασίαι τοῖς ἐνυπνίοις ἐοίκασιν· ἦλθον, ἀπῆλθον, ἐφάνησαν, ἀπεπήδησαν, πρὶν καταληφθῆναι βεβαίως ἀπέπτησαν.