Ancient Greek
Section 150
Philo Judaeus, De Josepho 150
Not analysed yet
ὁ δὲ περὶ τὸν τράχηλον χρυσοῦς κύκλος εὐδοξίαν ὁμοῦ καὶ κόλασιν ἔοικεν ὑποσημαίνειν· ἕως μὲν γὰρ τὰ κατὰ τὴν πολιτείαν εὐοδεῖ πράγματα αὐτῷ, γαῦρός ἐστι καὶ σεμνὸς ὑπὸ τῶν ὄχλων τιμώμενος· ἐπειδὰν δὲ πταῖσμα συμβῇ, μὴ κατὰ προαίρεσιν —τοῦτο γὰρ ὑπαίτιον —,ἀλλὰ τυχηρόν, ὅπερ ἐστὶ συγγνωστόν, οὐδὲν ἧττον ἕλκεται κάτω διὰ τοῦ περιαυχενίου κόσμου καὶ ταπεινοῦται, μόνον οὐκ ἐπιλέγοντος τοῦ δεσπότου· „τὸν περιαυχένιον τοῦτον κύκλον ἐδωρησάμην σοι καὶ κόσμον κατορθουμένων τῶν ἐμῶν καὶ ἀγχόνην ἀποτυγχανομένων. “