Ancient Greek
Section 175
Philo Judaeus, De Josepho 175
Not analysed yet
ἀλλ’ ἢ θεὸς ἢ λόγος ἢ νόμος θεῖος. “ταῦτα δ’ ἤκουεν ὁ πραθεὶς ἀδελφὸς ἡσυχῇ διαλαλούντων, ἑρμηνέως μεταξὺ ὄντος· καὶ νικηθεὶς ὑπὸ τοῦ πάθους, μέλλων δακρύειν, ὡς μὴ γένοιτο καταφανής, ἀποστρέφεται καὶ προχέας θερμὰ καὶ ἐπάλληλα δάκρυα καὶ πρὸς ὀλίγον ἐπικουφισθείς, τὴν ὄψιν ἀπομαξάμενος, ἐπιστρέφει καὶ κελεύει τὸν ἡλικίᾳ δεύτερον τῶν ἀδελφῶν ἐν ὄψεσι ταῖς ἁπάντων δεθῆναι, τὸν αὐτῷ κατάλληλον —ὁ γὰρ ἐν πλείοσι δεύτερος τῷ παρεσχάτῳ κατάλληλος, ἐπεὶ καὶ τῷ τελευταίῳ ὁ πρῶτος —·