Ancient Greek
Section 213
Philo Judaeus, De Josepho 213
Not analysed yet
τὸ κάλλιστον καὶ τιμιώτατον ἔκπωμα τοῦ δεσπότου, ἐν ᾧ προπόσεις προὔπινεν ὑμῖν, κεκλόφατε οἱ λίαν εὐχάριστοι, οἱ λίαν εἰρηνικοί, οἱ μηδ’ ὄνομα κατασκοπῆς εἰδότες, οἱ διττὸν ἀργύριον εἰς ἀπόδοσιν τοῦ προτέρου κεκομικότες, ἐνέδραν ὡς ἔοικε καὶ δέλεαρ ἐπὶ θήραν καὶ ἁρπαγὴν πλειόνων. ἀλλ’ οὐκ εἰς ἅπαν εὐοδεῖ κακία, λανθάνειν δ’ ἀεὶ τεχνάζουσα καταφωρᾶται. “