Ancient Greek
Section 216
Philo Judaeus, De Josepho 216
Not analysed yet
ὃς δ’ ἂν ἔχων ἁλῷ τὸ ἔκπωμα τῶν ἀδελφῶν, θνῃσκέτω· θανάτου γὰρ τἀδίκημα, εἰ γέγονεν ὄντως, τιμώμεθα διὰ πολλά· πρῶτον μὲν ὅτι πλεονεξία καὶ τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν παρανομώτατον, δεύτερον ὅτι τοὺς ὠφεληκότας βλάπτειν ἐπιχειρεῖν ἀνοσιώτατον, τρίτον δὲ ὅτι τοὺς μέγα φρονοῦντας ἐπ’ εὐγενείᾳ τὸ τῶν προγόνων ἀξίωμα καθαιρεῖν ἔργοις ὑπαιτίοις τολμᾶν ὄνειδος αἴσχιστον· οἷς ἅπασιν ἔνοχος ὤν, εἴ τις ἡμῶν ὑφῄρηται, θανάτων μυρίων ἄξια πεπραχὼς τελευτάτω. “