Ancient Greek
Section 238
Philo Judaeus, De Josepho 238
Not analysed yet
ἀλλὰ κελεύσας ἅπασαν τὴν θεραπείαν μεταστῆναι, πηγήν τινα δακρύων ἐξαίφνης ἀνεὶς καὶ τῇ δεξιᾷ προσελθεῖν ἐγγυτέρω σημήνας, ἵνα μηδ’ ἐκ τύχης ἐπακοῦσαί τις ἄλλος δυνηθῇ, φησὶν αὐτοῖς· „ἐπεσκιασμένον πρᾶγμα καὶ χρόνῳ μακρῷ συγκεκρύφθαι δοκοῦν μέλλων ἀνακαλύπτειν μόνος μόνοις ὑμῖν ἀπαμπίσχω· ἀδελφὸν ὃν ἀπέδοσθε εἰς Αἴγυπτον, ἐκεῖνος ὃν ὁρᾶτε νῦν παρεστῶτα αὐτός εἰμι ἐγώ. “