Ancient Greek
Section 244
Philo Judaeus, De Josepho 244
Not analysed yet
ἀλλ’ οὐκ ἐναβρυνόμενος καὶ σεμνυνόμενος ταυτὶ διεξῆλθον, ἀλλ’ ἵν’ αἴσθησθε, ὅτι τῶν τηλικούτων οὐδεὶς ἔμελλεν ἀνθρώπων αἴτιος ἔσεσθαι δούλῳ καὶ μετὰ ταῦτα δεσμώτῃ γενομένῳ —καὶ γὰρ ἐδέθην ποτὲ συκοφαντηθείς —,ἀλλ’ ὁ τὰς ἐσχάτας συμφοράς τε καὶ δυσπραγίας μεθαρμοσάμενος εἰς τὰς ἀνωτάτω καὶ πρώτας εὐτυχίας θεὸς ἦν, ᾧ πάντα δυνατά.