Ancient Greek
Section 256
Philo Judaeus, De Josepho 256
Not analysed yet
ὁ δ’ υἱὸς ἀκούσας —σκοποὶ γὰρ καὶ φραστῆρες τῆς ὁδοῦ πάντ’ ἐδήλουν —οὐ μακρὰν τῶν ὁρίων ἀπέχοντα διὰ ταχέων ἀπήντα τῷ πατρί· καὶ κατὰ τὴν καλουμένην Ἡρώων πόλιν ἐντυχόντες ἐπιπίπτουσιν ἀλλήλοις τὰς κεφαλὰς ἐπὶ τῶν αὐχένων ἐρείσαντες καὶ τὰς ἐσθῆτας δάκρυσι φύροντες πολυχρονίων ἀσπασμάτων ἀπλήστως ἐνεφοροῦντο καὶ μόλις παυσάμενοι συνέτεινον ἄχρι τῶν βασιλείων.