Ancient Greek
Section 260
Philo Judaeus, De Josepho 260
Not analysed yet
ἡνίκα γοῦν ὁ ἕβδομος ἐνιαυτὸς τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺς —ἤδη γὰρ τῆς εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦν —ἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας ἃ ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν παραφυλάξουσι.