Ancient Greek
Section 51
Philo Judaeus, De Josepho 51
Not analysed yet
ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως. “ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων.