Ancient Greek
Section 67
Philo Judaeus, De Josepho 67
Not analysed yet
ὁ δὲ πολιτικὸς ὄντως οὐκ ἀγνοεῖ μέν, ὅτι δεσποτικὴν ἐξουσίαν ἔχει ὁ δῆμος, αὑτὸν δ’ οὐχ ὁμολογήσει δοῦλον ἀλλ’ ἐλεύθερον καὶ ***τὴν τῆς ψυχῆς ἀρέσκειαν. ἀλλ’ ἄντικρυς ἐρεῖ· "δημοκοπεῖν οὔτ’ ἔμαθον οὔτ’ ἐπιτηδεύσω ποτέ, πόλεως δὲ προστασίαν καὶ ἐπιμέλειαν ἔχειν ἐγχειρισθείς, ὡς ἀγαθὸς ἐπίτροπος ἢ πατὴρ εὔνους ***ἀδόλως καὶ καθαρῶς ἄνευ τῆς ἐχθρᾶς ὑποκρίσεως.