Ancient Greek
Section 101
Philo Judaeus, De migratione Abrahami 101
Not analysed yet
ἀμείνονι βίου διεξόδῳ χρησόμεθα παγκάλως. διὰ τοῦτο καὶ ὁ αὐτομαθὴς Ἰσαὰκ εὔχεται τῷ σοφίας ἐραστῇ καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ λαβεῖν ἀγαθά· φησὶ γάρ· „δώῃ σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς“ (Gen. 27,28), ἴσον τῷ πρότερον μὲν συνεχῆ σοι τὸν νοητὸν καὶ οὐράνιον ὑετὸν ἄρδοι, μὴ λάβρως ὡς ἐπικλύσαι, ἀλλ’ ἠρέμα καὶ πρᾴως καθάπερ δρόσον ὡς ὀνῆσαι· δεύτερον δὲ τὸν αἰσθητὸν καὶ γήινον πλοῦτον χαρίσαιτο λιπαρὸν καὶ πίονα, τὴν ἐναντίαν πενίαν ψυχῆς τε καὶ τῶν αὐτῆς μερῶν ἀφαυάνας.