Ancient Greek · ~2 min
Section 104
Philo Judaeus, De migratione Abrahami 104
Not analysed yet
ἄγαν δ’ ἐξητασμένως ἐπιφέρει ὅτι „ἔσται ἀκουστὴ φωνὴ αὐτοῦ εἰσόντος εἰς τὰ ἅγια“ (Exod. 28,31), ἵνα πρὸς τὰ νοητὰ καὶ θεῖα καὶ ὄντως ἅγια εἰσιούσης τῆς ψυχῆς καὶ αἱ αἰσθήσεις ὠφελούμεναι κατ’ ἀρετὴν συνηχῶσι καὶ ὅλον τὸ σύστημα ἡμῶν, ὥσπερ ἐμμελὴς καὶ πολυάνθρωπος χορός, ἐκ διαφερόντων φθόγγων ἀνακεκραμένων ἓν μέλος ἐναρμόνιον συνᾴδῃ, τὰ μὲν ἐνδόσιμα τῶν νοημάτων ἐμπνεόντων —ἡγεμόνες γὰρ τοῦ χοροῦ τούτου τὰ νοητά —,τὰ δ’ ἑπόμενα τῶν αἰσθητῶν συναναμελπόντων, ἃ τοῖς κατὰ μέρος χορευταῖς ἀπεικάζεται.