Ancient Greek · ~2 min
Section 130
Philo Judaeus, De migratione Abrahami 130
Not analysed yet
ἑτέρωθι γοῦν φησιν ὅτι ἐποίησεν Ἀβραὰμ „πάντα τὸν νόμον μου“ (Gen. 26, 5)· νόμος δὲ οὐδὲν ἄρα ἢ λόγος θεῖος προστάττων ἃ δεῖ καὶ ἀπαγορεύων ἃ μὴ χρή, ὡς μαρτυρεῖ φάσκων ὅτι „ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ νόμον“ (Deut. 33, 3. 4). εἰ τοίνυν λόγος μέν ἐστι θεῖος ὁ νόμος, ποιεῖ δ’ ὁ ἀστεῖος τὸν νόμον, ποιεῖ πάντως καὶ τὸν λόγον· ὥσθ’, ὅπερ ἔφην, τοὺς τοῦ θεοῦ λόγους πράξεις εἶναι τοῦ σοφοῦ.