Ancient Greek
Section 143
Philo Judaeus, De migratione Abrahami 143
Not analysed yet
„διατηρήσατε προσφέρειν ἐμοί“ (Num. 28, 2). τοῦτ’ ἐστὶ τὸ τέλος τῆς ὁδοῦ τῶν ἑπομένων λόγοις καὶ προστάξεσι νομίμοις καὶ ταύτῃ βαδιζόντων, ᾗ ἂν ὁ θεὸς ἀφηγῆται· ὁ δὲ ὑπενδοὺς ὑπὸ τοῦ πεινῶντος ἡδονῆς καὶ λίχνου παθῶν, ὄνομα Ἀμαλὴκ —ἑρμηνεύεται γὰρ λαὸς ἐκλείχων —,ἐκτετμήσεται.