Ancient Greek · ~2 min
Section 167
Philo Judaeus, De migratione Abrahami 167
Not analysed yet
ὑπερβάλλουσά γε ἰσότης ἀρετῶν, ἁμιλλησαμένων πόνου μὲν πρὸς εὐεξίαν, τέχνης δὲ πρὸς τὴν αὐτοδίδακτον φύσιν, καὶ δυνηθέντων ἴσα τὰ ἆθλα τῆς ἀρετῆς ἐνέγκασθαι· ὥσπερ ἂν εἰ ζωγραφία καὶ πλαστικὴ μὴ μόνον ὡς νῦν ἀκίνητα καὶ ἄψυχα ἐδημιούργουν, ἴσχυον δὲ κινούμενά τε καὶ ἔμψυχα τὰ γραφόμενα καὶ πλαττόμενα ποιεῖν· ἐδόκουν γὰρ ἂν φύσεως ἔργων οὖσαι τὸ πάλαι μιμητικαὶ τέχναι φύσεις αὐταὶ γεγενῆσθαι τὰ νῦν.