Ancient Greek · ~1 min
Section 176
Philo Judaeus, De migratione Abrahami 176
Not analysed yet
„Ἀβραὰμ δὲ ἦν“ φησίν „ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4). περὶ μὲν οὖν τοῦ τῶν πέντε καὶ ἑβδομήκοντα ἐτῶν ἀριθμοῦ —λόγον γὰρ ἔχει συνῳδὸν τοῖς πρόσθεν εἰρημένοις —αὖθις ἀκριβώσομεν. τίς δέ ἐστι Χαρρὰν καὶ τίς ἡ ἐκ ταύτης ἀποικία τῆς χώρας, πρότερον ἐρευνήσωμεν.