Ancient Greek · ~1 min
Section 193
Philo Judaeus, De migratione Abrahami 193
Not analysed yet
ὁ μὲν γὰρ ἡμέτερος νοῦς οὐ δεδημιούργηκε τὸ σῶμα, ἀλλ’ ἔστιν ἔργον ἑτέρου· διὸ καὶ περιέχεται ὡς ἐν ἀγγείῳ τῷ σώματι. ὁ δὲ τῶν ὅλων νοῦς τὸ πᾶν γεγέννηκε, τὸ πεποιηκὸς δὲ τοῦ γενομένου κρεῖττον· ὥστ’ οὐκ ἂν ἐμφέροιτο τῷ χείρονι, δίχα τοῦ μηδὲ ἁρμόττειν πατέρα ἐν υἱῷ περιέχεσθαι, υἱὸν δὲ ταῖς τοῦ πατρὸς ἐπιμελείαις συναύξεσθαι.