Ancient Greek · ~2 min
Section 197
Philo Judaeus, De migratione Abrahami 197
Not analysed yet
τί οὖν προσήκει τὸν ἀκούσαντα, φύσει παιδευτικὸν ὄντα, ποιῆσαι, ὅτι μὴ μετὰ σπουδῆς αὐτὸν ἐξελκύσαι; „ἐπιδραμὼν“ γάρ φησι "λαμβάνει αὐτὸν ἐκεῖθεν“ (I Reg. 10,22. 23), διότι τοῖς ἀγγείοις τῆς ψυχῆς, σώματι καὶ αἰσθήσει, ἐνδιατρίβων οὐκ ἦν ἀξιόχρεως ἀκοῦσαι τῶν τῆς βασιλείας δογμάτων καὶ νόμων —βασιλείαν δὲ σοφίαν εἶναι λέγομεν, ἐπεὶ καὶ τὸν σοφὸν βασιλέα —,μεταναστὰς δέ, ἡνίκα τῆς ἀχλύος σκεδασθείσης ὀξυδορκήσειν ἔμελλεν. εἰκότως οὖν καὶ τὴν αἰσθήσεως χώραν, ὄνομα Χαρράν, ἀπολιπεῖν οἴεται δεῖν ὁ ἐπιστήμης ἑταῖρος.