Ancient Greek
Section 202
Philo Judaeus, De migratione Abrahami 202
Not analysed yet
οὗτος ὁ ἀριθμὸς ἱερουργεῖταί τε καὶ ἀποδίδοται θεῷ, ὅταν οἱ τέλειοι τῆς ψυχῆς συναχθῶσι καὶ συγκομισθῶσι καρποί· τῇ γὰρ τῶν σκηνῶν ἑορτῇ χωρὶς τῶν ἄλλων θυμάτων ἑβδομήκοντα μόσχους ἀνάγειν θυσίαν ὁλόκαυστον διείρηται (Num. 29, 13 sqq.) . κατὰ τὸν ἑβδομηκοστὸν λόγον καὶ αἱ τῶν ἀρχόντων φιάλαι κατασκευάζονται —ἑκάστη γὰρ ἑβδομήκοντα σικλῶν ἐστιν ὁλκῆς (Num. 7,13 sqq.) —,ἐπειδὴ τὰ ἔνσπονδα καὶ συμβατήρια καὶ φίλα τῆς ψυχῆς ὡς ἀληθῶς ὁλκὸν ἔχει δύναμιν, τὸν ἑβδομηκοστὸν καὶ ἅγιον λόγον, ὃν Αἴγυπτος, ἡ μισάρετος καὶ φιλοπαθὴς φύσις, πενθοῦσα εἰσάγεται· ἑβδομήκοντα γὰρ ἡμέραις καταριθμεῖται παρ’ αὐτοῖς τὸ πένθος