Ancient Greek · ~2 min
Section 206
Philo Judaeus, De migratione Abrahami 206
Not analysed yet
λέγουσι γοῦν τὰ ἐναρμόνια ἑαυταῖς αἱ παρθένοι· „ὁ πατὴρ ἡμῶν ἀπέθανεν“ —ἀλλ’ ὁ θάνατος ἀναμνήσεώς ἐστι λήθη —„καὶ ἀπέθανεν οὐ δι’ ἁμαρτίαν ἑαυτοῦ“ —παγκάλως· οὐ γὰρ ἑκούσιον ἡ λήθη πάθος, ἀλλ’ ἕν τι τῶν οὐ παρ’ ἡμῖν, ἐπιγινόμενον ἔξωθεν —,„υἱοὶ δὲ οὐκ ἐγένοντο αὐτῷ" (Num. 27,3), ἀλλὰ θυγατέρες, ἐπειδὴ τὸ μὲν μνημονικὸν ἅτε φύσει διανιστάμενον ἀρρενογονεῖ, τὸ δὲ ἐπιλανθανόμενον ὕπνῳ λογισμοῦ χρώμενον θηλυτοκεῖ· ἄλογον γάρ, ἀλόγου δὲ μέρους ψυχῆς αἰσθήσεις θυγατέρες.