Ancient Greek · ~1 min
Section 223
Philo Judaeus, De migratione Abrahami 223
Not analysed yet
οὐχ ὁρᾷς ὅτι καὶ δρῦν ὑψηλὴν ἐν Συχὲμ πεφυτεῦσθαί φησιν αἰνιττόμενος τὸν ἀνένδοτον καὶ ἀκαμπῆ, στερρόν τε καὶ ἀρραγέστατον παιδείας πόνον; ᾧ τὸν μέλλοντα ἔσεσθαι τέλειον καὶ ἀναγκαῖον κεχρῆσθαι, ἵνα μὴ τὸ ψυχῆς δικαστήριον, ὄνομα Δεῖνα —κρίσις γὰρ ἑρμηνεύεται —,συλληφθῇ πρὸς τοῦ τὸν ἐναντίον μοχθοῦντος πόνον, τοῦ φρονήσεως ἐπιβούλου.