Ancient Greek · ~3 min
Section 3
Philo Judaeus, De migratione Abrahami 3
Not analysed yet
διὰ τί; ὅτι τὸ μὲν σῶμα καὶ ἐκ γῆς ἔλαβε τὴν σύστασιν καὶ ἀναλύεται πάλιν εἰς γῆν —μάρτυς δὲ Μωυσῆς, ὅταν φῇ· „γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ“ (Gen. 3,19)· καὶ γὰρ παγῆναί φησιν αὐτὸ χοῦν εἰς ἀνθρωπείαν μορφὴν τοῦ θεοῦ διαπλάσαντος, ἀνάγκη δὲ τὸ λυόμενον εἰς τὰ δεθέντα λύεσθαι—, αἴσθησις δὲ συγγενὲς καὶ ἀδελφόν ἐστι διανοίας, ἄλογον λογικῆς, ἐπειδὴ μιᾶς ἄμφω μέρη ψυχῆς ταῦτα, πατρὸς δὲ οἶκος ὁ λόγος, ὅτι πατὴρ μὲν ἡμῶν ὁ νοῦς σπείρων εἰς ἕκαστον τῶν μερῶν τὰς ἀφ’ ἑαυτοῦ δυνάμεις καὶ διανέμων εἰς αὐτὰ τὰς ἐνεργείας ἐπιμέλειάν τε καὶ ἐπιτροπὴν ἀνημμένος ἁπάντων, οἶκος δέ, ἐν ᾧ διαιτᾶται, τῆς ἄλλης ὑπεξῃρημένος οἰκίας ὁ λόγος· καθάπερ γὰρ ἀνδρὸς ἑστία, καὶ νοῦ λόγος ἐνδιαίτημα.