Ancient Greek · ~1 min
Section 33
Philo Judaeus, De migratione Abrahami 33
Not analysed yet
ἔστι δὲ ταῦτα θαυμασιώτατα φύσει καὶ περικαλλέστατα. ὧν μὲν γὰρ ἂν ὠδίνῃ δι’ ἑαυτῆς ἡ ψυχή, τὰ πολλὰ ἀμβλωθρίδια, ἠλιτόμηνα· ὅσα δὲ ἂν ἐπινίφων ὁ θεὸς ἄρδῃ, τέλεια καὶ ὁλόκληρα καὶ πάντων ἄριστα γεννᾶται.