Ancient Greek · ~2 min
Section 36
Philo Judaeus, De migratione Abrahami 36
Not analysed yet
τὸ μὲν οὖν δεικνύμενον τὸ ἀξιόρατον καὶ ἀξιοθέατον καὶ ἀξιέραστόν ἐστι, τὸ τέλειον ἀγαθόν, ὃ καὶ τὰς τῆς ψυχῆς πικρίας πέφυκε μεταβάλλον γλυκαίνειν, ἡδυσμάτων συμπάντων παράρτυμα κάλλιστον, δι’ οὗ καὶ τὰ μὴ τρέφοντα τροφὴ γίνεται σωτήριος· λέγεται γὰρ ὅτι „ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ“ (Exod. 15,25), τὸν κεχυμένον καὶ πλαδῶντα καὶ πικρίας γέμοντα νοῦν, ἵνα γλυκανθεὶς ἡμερωθῇ.