Ancient Greek · ~1 min
Section 38
Philo Judaeus, De migratione Abrahami 38
Not analysed yet
ὁ δὲ ὁρῶν ἐστιν ὁ σοφός· τυφλοὶ γὰρ ἢ ἀμυδροὶ τὰς ὄψεις οἵ γε ἄφρονες. διὰ τοῦτο καὶ τοὺς προφήτας ἐκάλουν πρότερον τοὺς βλέποντας (I Reg. 9, 9)· καὶ ὁ ἀσκητὴς ἐσπούδασεν ὦτα ὀφθαλμῶν ἀντιδοὺς ἰδεῖν ἃ πρότερον ἤκουε, καὶ τυγχάνει τοῦ καθ’ ὅρασιν κλήρου τὸν ἐξ ἀκοῆς ὑπερβάς.